Κυριακή 15 Ιανουαρίου 2023

Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Απόστολο και Ευαγγελιστή Ιωάννη τον Θεολόγο Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

 


Παρακλητικός Κανών εις τον Άγιον Απόστολον και Ευαγγελιστήν Ιωάννην τον Θεολόγον
Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
†Εορτάζεται στις 8 Μαΐου και 26 Σεπτεμβρίου Εορτάζεται η Μετάστασις
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
εἶτα τά Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς μαθητὴς ἠγαπημένος Κυρίῳ, καὶ Ἀποστόλων Θεολόγε ἀκρότης, καὶ τῶν πιστῶν προστάτης ἑτοιμότατος, πάσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἀνάγκης καὶ πταισμάτων ἄφεσιν, καὶ φῶς Θεῖον ὑψόθεν, αἴτει ἡμῖν τοῖς πίστει ἀκλινεῖ, τῇ ἱερᾷ σου πρεσβείᾳ προστρέχουσι.
Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς:
«Σήν ἀρωγὴν ἡμῖν μάκαρ δίδου. Γερασίμου».
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίᾳ τῇ θείᾳ καταγαυσθείς, σοφέ Θεολόγε, ὡς Ἀπόστολος τοῦ Χριστοῦ, δεινῶν σοφισμάτων τοῦ Βελίαρ, τοὺς προσιόντας σοι πόθῳ ἀπάλλαξον.
Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος μάκαρ, παθημάτων τὸν σκοτασμόν, τὸν ἐν τῇ ψυχῇ μου Θεολόγε, τῇ φωτοφόρῳ πρεσβείᾳ σου δίωξον.
Νοῦς ὤφθης ἀΰλων θεωριῶν, τῷ στήθει Κυρίου, Θεολόγε ἀναπεσών• διὸ τοῦ νοὸς ἡμῶν τὸν πόθον, πρὸς οὐρανίους ἐφέσεις ἀνύψωσον.
Θεοτόκιον.
Ἁγνόν με καὶ σώματι καὶ ψυχῇ, καὶ πάσῃ αἰσθήσει, καὶ ἐν λόγοις καὶ λογισμοῖς, συντήρει Ὑπέραγνε Παρθένε, ἵνα ὑμνῶ τὰ πολλὰ μεγαλεῖα σου.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ῥῦσαι πάσης ἀνάγκης, καὶ συνοχῆς ἔνδοξε, καὶ τῶν ἐν τῷ βίῳ κινδύνων, καὶ περιστάσεων, ἡμᾶς δεόμεθα, καὶ τὰς ψυχὰς ἡμῶν πλῆσον, Ἰωάννη πάνσοφε, φωτὸς τῆς χάριτος.
Ὡς ἁγνείας δοχεῖον, ἐξ ἐναγῶν πράξεων, καὶ ἐξ ἐννοιῶν Θεολόγε, τῶν τοῦ ἀλάστορος, ἡμᾶς ἀπάλλαξον, καὶ θεοφρόνως ἀνύειν, τὴν ζωὴν ἐνίσχυσον, ἡμᾶς μακάριε.
Γεωργὸς εὐσέβειας, θεοειδὴς πέφηνας• ὅθεν γεωργεῖν Θεολό¬γε, θεῖα νοήματα, καὶ φόβον κρείττονα, πρὸς ἀληθῆ σωτηρίαν, ἡμᾶς καταξίωσον, τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, Μῆτερ Θεοῦ Ἄχραντε, τὴν ἐσκοτισμένην ψυχήν μου, τοῖς πλημμελήμασι, φώτισον δέομαι, φωτιστικῇ σου πρεσβείᾳ, καὶ τὸν νοῦν μου κάθαρον, πάσης φαυλότητος.
Διάσωσον Ἠγαπημένε Ἀπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ πρεσβείᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός, καὶ μέγα καταφύγιον, καὶ θεῖος πυρσός, ἀστράπτων φῶς τῆς χάριτος, ὑπάρχων ἡμῶν Ἅγιε, πρὸς λιμένας τοῦ θείου θελήματος, ἐκ θαλάσσης ὁδήγει χαλεπῆς, σοφὲ Ἰωάννη τοὺς τιμῶντάς σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοερῶς ἐπιφάνηθι, τοῖς ἐν τῷ Σπηλαίῳ τῷ σῷ προστρέχουσι, και παράσχου τούτοις Ἅγιε, τὰς τῆς ἀντιλήψεώς σου χάριτας.
Ἡ πρεσβεία σου γένοιτο, πηγὴ εὐφροσύνης καὶ παρακλήσεως, καὶ παθῶν ποικίλων λύτρωσις, μάκαρ Ἰωάννη τοῖς ἱκέταις σου.
Μὴ ἐλλείπῃς Ἀπόστολε, τὴν σεπτὴν Μονήν σου καὶ περιβόητον, περιέπειν τῇ σῇ χάριτι, καὶ τὴν νῆσον Πάτμον σκέπειν πάντοτε.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ πλημμελημάτων τὴν ἀπολύτρωσιν, Θεοτόκε Ἀειπάρθενε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέφος χαλεπόν, ἐπελθὸν ἡμῖν Ἀπόστολε, πολυτρόπων ἐν τῷ βίῳ ἀναγκῶν, διασκέδασον θερμῇ ἐπιστασίᾳ σου.
Μέγας ἀρωγός, τῶν πιστῶν ὤφθης Ἀπόστολε, ἐξαιρέτως δὲ τῆς Πάτμου βοηθός, ἥν διάσωζε ἐκ πάσης περιστάσεως.
Ἄνωθεν ἡμῖν, Θεολόγε δίδου πάντοτε, τοῖς προσφεύγουσι τῇ σκέπῃ σου πιστῶς, τῆς θερμῆς σου προστασίας τὰ δωρήματα.
Θεοτοκίον.
Κόπασον ἁγνή, τῆς καρδίας μου τὸν τάραχον, καὶ εἰρήνην καὶ μετάνοιαν θερμήν, τῷ ραθύμῳ σου ἱκέτῃ δὸς καὶ σῶσον με.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Ἀκρότης, ὤν τῶν κλεινῶν Ἀποστόλων, ἐν τῷ στήθει τοῦ Χριστοῦ ἀνεκλίθης ὅν ἐκδυσώπει θερμῶς Θεολόγε, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν, καὶ ἐνάρετου ἀγωγῆς, καὶ σεμνῆς πολιτείας λαμπρότητα.
Ῥεόντων, ὑπερφρονεῖν θεοφρόνως, καὶ τῶν ἄνω ἐκζητεῖν τὰς ἀξίας, δίδου ἡμῖν τὴν ἰσχὺν Θεολόγε, τοῖς τῷ σεπτῷ σου ναῷ προσεδρεύουσι, καὶ τῷ Σπηλαίῳ σου σοφέ, ὕμνον θεῖον ἀεὶ σοι προσάγουσι.
Δυνάμει, τῶν ἱερῶν πρεσβειῶν σου, δυναμούμενοι ἀεὶ Ἰωάννη, οἱ τὴν ἁγίαν Μονήν σου οἰκοῦντες, ἐπιβουλῶν καὶ σκανδάλων τοῦ ὄφεως, περιγινόμεθα στεῤῥῶς, καὶ τὴν σὴν προστασίαν κηρύττομεν.
Θεοτοκίον.
Ἰλύος, ἁμαρτιῶν πολυτρόπων, καὶ παθῶν με ἀκαθάρτων Παρθένε, ὕδατι πλῦνον τῆς σῆς εὐσπλαχνίας, καὶ καθαρόν με παράστησον Ἄχραντε, τῷ μέλλοντι κρῖναι ἡμᾶς, φιλανθρώπῳ Υἱῷ σου καὶ Πλάστῃ μου.
Διάσωσον, Ἠγαπημένε Ἀπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ πρεσβείᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἐπιστήθιος φίλος Ἀπόστολε, τῷ Διδασκάλῳ Χριστῷ ἀεὶ πρέσβευε, λυτροῦσθαι ἡμᾶς πάσης θλίψεως, καὶ ἐπηρείας δεινῆς τοῦ ἀλάστορος• σὺ γὰρ ἡμῶν μέγας ὑπέρμαχος.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἲς τα πέρατα οἰκουμένης τα ῤήματα αυτοῦ.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ εἲς ἢν δε χειρῶν αυτοῦ ἀναγγελεῖ το στερέωμα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην.
Τῷ καιρῷ ἐκείνῳ εἰστήκεισαν παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ Μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς Μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν Μητέρα αὐτοῦ, καὶ τὸν Μαθητὴν παρεστῶτα ὅν ἠγάπα, λέγει τῇ Μητρί αὐτοῦ• Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ Μαθητῇ. Ἰδοὺ ἡ Μήτηρ σου. Καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ Μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὖτος ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα• καὶ οἴδαμεν, ὅτι ἀληθὴς ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλά, ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθεμένοι.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…
Μύστης Θεοδίδακτος, ἠγαπημένος παρθένος, φίλος ἐπιστήθιος, τῷ Χριστῷ Ἀπόστολε ἀναδέδειξαι• πρὸς αὐτὸν ἔχων οὖν, πολλὴν παῤῥησίαν, καθικέτευε δεόμεθα, ῥύεσθαι πάντοτε, νόσων καὶ κινδύνων καὶ θλίψεων, ψυχῆς ὁμοῦ καὶ σώματος, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ ἐν μετανοίᾳ, βιοῦν ἡμᾶς ἀξίωσον σοφέ, ὡς ἄν τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα.
Σῶσον ὁ Θεός τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δόξης θείας ἐκφάντωρ, τῆς Ἁγίας Τριάδος ὤφθης Ἀπόστολε• διὸ με ἀδοξίας, παθῶν τῶν ἀκαθάρτων, ἀπολύτρωσαι δέομαι, καὶ λάμπρυνόν μου τὸν νοῦν, φωτὶ τῆς ἀπαθείας.
Οἱ προσπίπτοντες πίστει, τῷ σεπτῷ σου Σπηλαίῳ σοφὲ Ἀπόστολε, ἐν ᾧ τὸ τοῦ Σωτῆρος, ἐν Πνεύματι Ἁγίῳ, Εὐαγγέλιον ἔγγραψας, πληροῦνται ἁγιασμοῦ, ὑμνοῦντές σου τὴν χάριν.
Ὑποφῆτα τῶν ἄνω, τοῦ Θεοῦ μυστηρίων θεῖε Ἀπόστολε, ἀπόστειλον ὑψόθεν, ἡμῖν ταῖς σαῖς πρεσβείαις, φῶς καὶ χάριν καὶ ἔλεος, καὶ τῶν γηΐνων ἡμᾶς, ἀνύψωσον φροντίδων.
Θεοτοκίον.
Γνώμην Θείαν μοι δίδου, καὶ καρδίαν εὐθεῖαν καὶ νοῦν Θεόφρονα, ὡς ἄν ἐν μετανοίᾳ, καὶ πάσῃ εὐσεβείᾳ, τὸν ὑπόλοιπον βίον μου, διατελέσω, Ἁγνή, καὶ τύχω θείας δόξης.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχει σε Πάτμος, μέγαν προστάτην καὶ κλέος• διὰ τοῦτο σοι προσπίπτει καθ’ ἑκάστην, τὴν σὴν Θεολόγε, ἀντίληψιν αἰτοῦσα.
Ῥείθροις ἀΰλοις, τῶν ἱερῶν πρεσβειῶν σου, ἀποκάθαρον ἡμῶν τὰς διανοίας, ὅπως Ἰωάννη, ὑμνῶμέν σου τὴν χάριν.
Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς προσιόντας, τῷ Σπηλαίῳ σου ὦ τῶν ἀῤῥήτων μύστα, καὶ παράσχου τούτοις, τὴν σὴν εὐλογίαν.
Θεοτοκίον.
Σὲ τὴν τεκοῦσαν, τὸν βασιλέα τῆς δόξης, ἱκετεύομεν Παρθένε Θεοτόκε, ὅπως τῆς θερμῆς σου, τύχωμεν προστασίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις πᾶσι βρύων, μάκαρ Ἰωάννη, τὰ τῶν ψυχῶν ἡμῶν ἴασαι τραύματα, σωματικῶν ἀλγηδόνων ἡμᾶς λυτρούμενος.
Μὴ παύσῃ ἐποπτεύων, ταύτην σου τὴν νῆσον, ἀνακειμένην πιστῶς τῇ σῇ χάριτι, τοὺς ἐν αὐτῇ κατοικοῦντας σκέπων μακάριε.
Ὁ φίλος τοῦ Κυρίου, καὶ ἠγαπημένος, καὶ ἐπιστήθιος μάκαρ Ἀπόστολος, τοῦτον φιλεῖν ὁλοψύχως κἀμὲ ἀξιωσον.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, τῶν δεσμῶν τῆς ὕλης, καὶ τῆς τοῦ κόσμου ἀνάδειξον σχέσεως, καὶ τῇ ἀγάπῃ τῇ θείᾳ Παρθένε σύνδεσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ Θεολογίας, Θεηγόρος μυσταγωγός• χαίροις Ἰωάννη, Χριστῷ ἠγαπημένε, τῶν εὐσεβῶν προστάτης ὁ ἑτοιμότατος.
Ὅλος ἀνακείμενος τῷ Χριστῷ, ὡς τῆς παρθενίας, καὶ ἀγάπης σκεῦος λαμπρόν, τούτου ἐν τῷ στήθει, ἀνέπεσας Θεόφρον, καὶ ἐξ αὐτοῦ ἠρύσω, σοφίας ἄβυσσον.
Δίκτυα καὶ πλοῖα καταλιπών, θερμῶς Ἰωάννη, ἠκολούθησας τῷ Χριστῷ, καὶ φωτὸς τοῦ Θείου, δεξάμενος τὴν αἴγλην, ἀνθρώπους ζωγρῶν ὤφθης, λόγῳ τῆς χάριτος.
Τῷ Σταυρῷ ἱστάμενος τοῦ Χριστοῦ, παρ’ αὐτοῦ ἐδέξω, τὴν τεκοῦσαν αὐτὸν ἁγνῶς, καὶ υἱὸς ἐδείχθης, θετὸς τῆς Θεοτόκου• ὦ δόξης Ἰωάννη, ἧς κατηξίωσαι.
Χαίρει Θεολόγε Πάτμος ἐν σοί, καὶ ὥσπερ λιμένα, ἀκλυδώνιστον ἀληθῶς, τὴν σεπτὴν Μονήν σου, πλουτοῦσα ἐκλυτροῦται, τρικυμιῶν τοῦ βίου, τῇ προστασίᾳ σου.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, πολλὴν Θεολόγε, καθικέτευε ἐκτενῶς, ῥύεσθαι κινδύνων, καί πάσης δυσχερείας, τοὺς ἐπικαλουμένους τὴν σὴν ἀντίληψιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρίᾳ τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν τὸ ἑξῆς:
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγας ἀντιλήπτωρ καὶ φρουρός, ὤφθης τῆς Χριστοῦ Ἐκκλησίας, ὥσπερ αὐτοῦ Μαθητής, Ἰωάννη ἔνδοξε, Θεολογίας πηγή• διὰ τοῦτο προσπίπτομεν, τῇ σῇ προστασίᾳ, καὶ πιστῶς βοῶμέν σοι, ἀπὸ βαθέων ψυχῆς• σκέπε καὶ διάσωζε πάντας, ταῖς σαῖς ἱκεσίαις παμμάκαρ, πάσης προσβολῆς καὶ περιστάσεως.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
Δίστιχον.
Ὦ Ἰωάννη Χριστῷ Ἠγαπημένε
Γεράσιμον πλήρωσον θείας ἀγάπης.
Βίος του Αγίου Ιωάννη του Θεολόγου
Πηγή mp3 Isaac Apa
Παρακλητικός Κανών εις τον Άγιον Απόστολον και Ευαγγελιστήν Ιωάννην τον Θεολόγο
Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Και τά παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ὠς τοῦ Δεσπότου μαθητής, Ἰωάννη, καὶ τῆς Μητρὸς Αὐτοῦ υἱὸς κατὰ χάριν, τὴν ποίμνην ταύτην φύλαττε τιμῶσάν σε πιστῶς, θεῖον ἐνδιαίτημα τῆς ἀγάπης δεικνύων, ἣν γραφαῖς καὶ ἔργοις σου, ὑπηχεῖς Ἐκκλησίᾳ,καὶ μοναζούσας δεῖξον κοινωνούς,τοῦ Παραδείσου,εὐχαῖς ταῖς ἁγίαις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ὃ κανὼν οὗ ἡ ἀκροστιχίς·
Μονήν σου σκέπε, ἐν Μαζαρακίῳ, Θεολόγε. Ἀ(θανάσιος).
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Μονήν σου περίσῳζαι ἱεράν, ἐν Μαζαρακίῳ, τὴν τιμῶσάν σε εὐλαβῶς, καὶ ταύτης εὐλόγει μοναζούσας, ὦ Θεολόγε, πρεσβεύων πρὸς Κύριον.
Ὂν ἔδειξας πόθον πρὸς τὸν Χριστόν, ὅτε ἐκ δικτύων, σὲ ἐκάλεσε μαθητήν,ψυχαῖς ἡμετέραις, Θεολόγε, ἀειφλεγῆ καὶ αὐξάνοντα τήρησον.
Νικήσας σειρήνας τὰς κοσμικάς, ὀπίσω Κυρίου, Ἰωάννη, διψητικῶς, ὡς ἔλαφος ἔδραμες ἀγάπῃ, ἧς ἐργατρίας ἡμᾶς δεῖξον, ἅγιε.
Θεοτοκίον.
Η ποίμνη σου αὕτη θερμῶς βοᾷ, Παρθένε ἁγνείαν, χρισταγάπητον δὸς ἡμῖν, συμπρέσβυν λαβοῦσα Θεολόγον, τὸν παρθενίας δειχθέντα κειμήλιον.
ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Νοερῶς ἁλιεύειν τὸν Ἰησοῦν, ἅγιε,μάκαρ Θεολόγε, σὴν ποίμνην,ἀεὶ ἀξίωσον, ἰχθὺν ὂν ἤγρευσας, τῆς σῆς ἀγάπης δικτύοις, καὶ πιστοῖς μετέδωκας,γραφαῖς ἁγίαις σου.
Σάλον δίωκε μάκαρ, τοῦ πονηροῦ δαίμονος, ὥσπερ ἐν τῇ λίμνῃ τὸν σάλον, Χριστὸς ἐκόπασεν, καὶ εἰρηνεύουσαν, ἀδιασείστῳ ἀγάπῃ, ποίμνην σου ἐπώνυμον, ἀεὶ συντήρησον.
Ο Ἀμνός, Θεολόγε, ὁ τοῦ Πατρὸς γένοιτο, καὶ ἡμῖν ἡ μόνη γλυκύτης, ἡ ὑπὲρ ἔννοιαν, καθάπερ γέγονε, καὶ σοὶ ἐν ὥρᾳ δεκάτῃ, ὅτε θεῖος Πρόδρομος, Αὐτὸν ὑπέδειξεν.
Θεοτοκίον.
Ὑπὲρ πάσας φιλοῦσα, τὰς ἀρετὰς Δέσποινα, τὴν χριστοειδῆ παρθενίαν, ἣν καὶ Ἀπόστολος, ἐν βίῳ ἤσκησεν,ἡμῖν ὡς δῶρον παράσχου, τὰς ψυχὰς καθαίρουσα, ῤύπων τοῦ δαίμονος.
Διάσωσον, τὴν θείαν ποίμνην σου, ἔνδοξε Θεολόγε, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ δολίου ἀλάστορος, καὶ δεῖξον ταύτην τοῦ Χριστοῦ, κατοικίαν ἀρίστην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ Μαθητά, παρθένε, ἐπιστήθιε, τὴν ποίμνην Μονῆς, Μαζαρακίου φύλαττε, ἀπὸ πάσης μανίας τοῦ δράκοντος, καὶ ἐργαστήριον δεῖξον ταύτην ἀξιόθεον, θείας ἀγάπης, ἀσκήσεως καὶ νήψεως.
ᾨδή δ΄. Εἰσακήκοα, Κύριε.
Σταυρωθείσας ἐκούσιον, διὰ σταυρωθέντα Δεσπότην Κύριον, Θεολόγε, ὣ παρέστηκας, δεῖξον καὶ ἡμᾶς παρεστηκυίας σοι.
Καρδιῶν θεῖον ἔρωτα, ταῖς σαῖς ἱκεσίαις ἡμῖν ὑπάναψον, Θεολόγε, καὶ πρὸς Κύριον, τὸν καλὸν Νυμφίον ἡμᾶς σύναψον.
Ἐν ἀσκήσει χαρίτωσον, καὶ διακονίαις ἡμᾶς εὐλόγησον, Θεολόγε, χέων ἄνωθεν, μνήμην τοῦ Κυρίου χαροπάροχον.
Θεοτοκίον.
Πλουτισθεῖσαι, Πανάμωμε, κλήσει μονοτρόπου ζωῆς βοῶμέν σοι· μιμητρίας σου ἀνάδειξον, Μάνδρας Θεολόγου ἀσκητρίας σου.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἐν τοῖς πειρασμοῖς, τὴν καρδίαν ἡμῶν γλύκανον, ἐνθυμήσει πρώτου ζήλου τοῦ Θεοῦ, καὶ συντόμως, Θεολόγε, λύτρου θυγατέρας σου.
Ἒπαρον ἡμῶν, τὸν βαρὺν ζυγὸν θελήματος, καὶ ἀξίωσον μιμεῖσθαι Ἰησοῦ, Θεολόγε, ἄφατον ταπείνωσιν.
Νοῦν ναὸν Χριστοῦ, Θεολόγε ἡμῶν ἔνδειξον, ἐν ᾧ εὔοσμον θυμίαμα εὐχῆς, ἀενάου, νοερῶς Αὐτῷ προσφέρεται.
Θεοτοκίον.
Μήτηρ ἐξ Υἱοῦ, Θεολόγῳ ὤφθης Δέσποινα, ὅθεν κόρας σου ἡμᾶς πνευματικάς, υἱοθέτει, ταῖς πρεσβείαις τούτου, Πάναγνε.
ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Ἀγάπης σε μαθητὴν καὶ κήρυκα, σὲ εἰδότες, Θεολόγε, βοῶμεν· ταύτην ἡμῖν, οὐρανόθεν χορήγει, ὅπως Θεὸν ἀγαπῶσαι καὶ ἄνθρωπον, τελείωσιν πνευματικήν, ὡς ποθοῦμεν καλῶς ἐπιτύχωμεν.
Ζῶν Ἂγιε, ἐν τῷ θείῳ ἔρωτι, πρὸς Χριστὸν σωματικῶς μετετέθης, διδοὺς ἡμῖν, ὑποθήκην ἁγίαν, πῶς δεῖ φιλεῖν ᾿Ιησοῦν ἀξιέραστον, καὶ ἐκ πασῶν τῶν ἡδονῶν, τῆς παρούσης ζωῆς ὑπεραίρεσθαι.
Ἀνέπεσας, ἐν τῷ Δείπνῳ Ἂγιε, Θεολόγε, τῇ καρδίᾳ Κυρίου, ἐξ ἧς κρουνούς, μυστικῶς ἐξαντλήσας, Θεολογίας τὸν κόσμον ἐνέπλησας, τῆς ἀληθείας τοῦ Χριστοῦ, ἧς ἡμᾶς μαθητρίας ἀνάδειξον.
Θεοτοκίον.
‘Ρυπώσασαν, τὸ ἀρχαῖον ἔνδυμα, ἀνθρωπότητα καθῇρας, Παρθένε, παρθενικῶς, τὸν Σωτῆρα τεκοῦσα, καὶ παρθενίαν τῷ κόσμῳ διδάξασα, εἰς ἣν ἐκάλεσας ἡμᾶς, Θεολόγου τῷ βέλει τοξεύσασα.
Διάσωσον, τὴν θείαν ποίμνην σου, ἔνδοξε Θεολόγε, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ δολίου ἀλάστορος, καὶ δεῖξον ταύτην τοῦ Χριστοῦ, κατοικίαν ἀρίστην.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὠς στρουθία πρὸς σὲ κατεφύγομεν, Θεολόγε, ζητοῦσαι τὸν Κύριον, ὅθεν δίδου, τὴν σὴν ἀγάπην μόνιμον ψυχαῖς, καὶ πῦρ τὸ ἀειφλεγές, τοῦ θείου ἔρωτος ἡμῖν, ταῖς Μονήν σου οἰκήσασιν, ἵνα Πόλεως θείας, ὡς ἐν Ἀποκαλύψει, γέγραφας πάνυ ἀκριβῶς, Ἰωάννη, ἐπιτύχωμεν.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτοῦ.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ιθ΄25-27, κα΄24-25).
Τῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ Μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς Μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν Μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα, ὃν ἠγάπα, λέγει τῇ Μητρὶ αὐτοῦ· Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα. Καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἒστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ᾿Αμήν.
Δόξα.
Ταῖς τοῦ Θεολόγου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὂλην ἀποθέμεναι, τὴν κοσμικὴν ζάλην μάκαρ, Ἰωάννη, ἤλθομεν, ἐν Μονῇ ἁγίᾳ σου ζωὴν θέλουσαι, μοναστῶν ἰσάγγελον, καὶ θείαν ἀγάπην, ἵνα τύχωμεν θεώσεως, καὶ τὸν Παράδεισον, εὕρωμεν εὐχαῖς παναγίαις σου, ἔνθα μετὰ πάντων Ἀγίων τὸν Χριστὸν χαρμονικῶς, ψυχῶν Νυμφίον ὀψώμεθα, Οὗ ζυγὸν ὑπήλθομεν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀληθῶς θεολόγος, ὁ εὐχόμενος πέφυκεν ὥσπερ οἴδαμεν, διὸ ὦ Θεολόγε, εὐχὴν καὶ νῆψιν δίδου, ταπειναῖς θυγατράσι σου, ἵνα τὸ Πνεῦμα Θεοῦ, ἡμᾶς ἐπισκιάζῃ.
Κλῆμα θείας Ἀμπέλου, ἡ Μονή σου ὑπάρχει Χριστοῦ Ἀπόστολε, ἥνπερ εὐκληματοῦσαν, καὶ βότρυας ἐκφέρειν, ἀρετῶν καταξίωξον, καὶ Βασιλείας γλυκύν, πίνειν τὸν Θεῖον Οἶνον.
Ἲνα ἓν ὦμεν σῶμα, ὡς ὁ Κύριος θέλει Μονήν σου φύλαττε, παμμάκαρ Θεολόγε, ἐκ πάσης ἐπηρείας, διαβόλου ἀπρόσβλητον, καὶ διατήρει ἡμᾶς, ἀσκεῖσθαι φιλαδέλφως.
Θεοτοκίον.
Ὠς σὺ Μήτηρ ἐγένου, κατὰ φύσιν Κυρίου Ἀειμακάριστε, ἀξίωσον γενέσθαι, σὰ τέκνα θεοτόκους, καὶ βαστάζειν ἐν χάριτι, ἐν ταῖς ψυχαῖς μυστικῶς, ὡς βρέφος τὸν Δεσπότην.
ᾨδή η΄. Τόν Βασιλέα.
Θὲς ὡς σφραγῖδα, ὦ Θεολόγε, ἀγάπην, τὴν ἁγίαν ψυχαῖς μοναζουσῶν σου, ἵνα ὦμεν τέκνα, Χριστοῦ αὐτοαγάπης.
Ἐν εὐθηνίαις, καὶ πειρασμοῖς τῷ Σωτῆρι, ἀκολούθους δεῖξον, Θεολόγε, τὰς Μαζαρακίου, Μονῆς σου ἀσκητρίας.
Ὀδὸς εὐθεῖα, πρὸς τὸν Παράδεισον πέλει, ὁ πλησίον ὡς εἶπας, Θεολόγε, ὅθεν ἡμῖν δίδου, ταύτην καλῶς βαδίσαι.
Θεοτοκίον.
Λύπην καὶ φόβον, ἐκ τῶν ψυχῶν ἡμῶν πόῤῥω, Θεοτόκε, δίωξον διδοῦσα, τὴν Θεοῦ ἀγάπην, κατὰ τὸν Θεολόγον.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Οὐράνιον Πατρίδα, ὥς σοι ἐν ἐκστάσει, ἀπεκαλύφθη, Ἀπόστολε, χάρισαι, ἡμῖν Μονήν σου οἰκούσαις, καὶ γεραιρούσαις σε.
Γρηγόρως τοῦ Νυμφῶνος, καταξιωθῆναι, ὦ ᾿Ιωάννη, τὸν Κύριον πρέσβευε, τὰς εὐλαβῶς ἀσκουμένας, Μονῇ ἁγίᾳ σου.
Ἐν Πόλει τῇ Ἀγίᾳ, οὖ ὁ Ἐσφαγμένος, Ἀμνὸς Θεοῦ, Ἰωάννη, προΐσταται, Μαζαρακίου παρθένους, στῆναι ἀξίωσον.
Θεοτοκίον.
Ἀγνὴ Παρθενομῆτορ, σὺν τῷ Θεολόγῳ, τὴν Ἰερὰν ταύτην Μάνδραν φυλάττετε, ὡς ἐργαστήριον θεῖον, καὶ χρισταγνότητος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Θεολογίας τὸν ἀρχηγόν, καὶ ἀγάπης θείας, τὸν ἐξαίρετον μυητήν, τῆς Ἀειπαρθένου υἱὸν τὸν κατὰ χάριν, τὸν μέγαν Ἰωάννην, πόθῳ ὑμνήσωμεν.
Παρθενίας τέμενος ἱερόν, καὶ χριστοαγνείας, Ἰωάννη, πέλων λαμπρός, ταῖς σαῖς μοναζούσαις, Μονῆς Μαζαρακίου, ὁλοτελῆ τὴν χάριν, δίδου ἁγνότητος.
Σκέπε τὴν ἁγίαν ταύτην Μονήν, ἥτις σε γεραίρει, Θεολόγε, ἀπὸ ψυχῆς, καὶ τὰς ἀσκουμένας, ἁγιασμοῦ τοῦ θείου, πλήρωσον ἱκετεύων, ἠγαπημένον σοι.
Πόλιν οὐρανίαν τὴν σὴν Μονήν, δεῖξον Θεολόγε, ὡς ἑώρακας θαυμαστῶς, ἐν ἀποκαλύψει, ἔνθαπερ ἀσιγήτως, ψάλλωμεν φιλαγγέλως, τὸ Ἀλληλούϊα.
Ἒγγραψον ἐν βίβλῳ ἡμᾶς ζωῆς, τὰς καταφυγούσας, Θεολόγε, τῇ σῆ Μονῇ, καὶ ἐν Παραδείσῳ, τὸ Πρόσωπον Κυρίου, πρεσβείαις σου ταῖς θείαις, ἰδεῖν ἀξίωσον.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὠς Θεολογίας ἀετός, σκέπασον χρυσαῖς πτέρυξί σου, τὴν Ἰεράν σου Μονήν, Ἰωάννη ἔνδοξε, καθικετεύων Χριστόν, ὅπως θείαν ἀγάπησιν, ἐμβάλλῃ καρδίαις, τῶν ὧδε τὴν ἄσκησιν τῆς ἀρετῆς τελουσῶν, ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρα, δείξῃ κοινωνοὺς τῶν Ἀγίων, καὶ τοῦ Παραδείσου κατοικήτορας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι·
Θεῷ Λόγῳ, Χριστῷ σοι ᾿Ηγαπημένῳ,
Θεολόγε, πρέσβευε ὑπὲρ Μονῆς σου.

1 σχόλιο:

  1. Ευχαριστούμε για την ικανότητά σας να αποστάξετε σύνθετες ιδέες σε μια ευανάγνωστη μορφή.

    ΑπάντησηΔιαγραφή